Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.121 Joseph. AJ 9.125 (English) >>Joseph. AJ 9.129

9.123καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων. 9.124εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον. 9.125

Ὄντων δʼ Ἀχάβῳ παίδων ἑβδομήκοντα τρεφομένων δʼ αὐτῶν ἐν Σαμαρείᾳ πέμπει δύο ἐπιστολὰς Ἰηοῦς τὴν μὲν τοῖς παιδαγωγοῖς τὴν ἑτέραν δὲ τοῖς ἄρχουσι τῶν Σαμαρέων, λέγων τὸν ἀνδρειότατον τῶν Ἀχάβου παίδων ἀποδεῖξαι βασιλέα· καὶ γὰρ ἁρμάτων αὐτῷ εἶναι πλῆθος καὶ ἵππων καὶ ὅπλων καὶ στρατιᾶς καὶ πόλεις ὀχυρὰς ἔχειν· καὶ τοῦτο ποιήσαντας εἰσπράττεσθαι δίκην ὑπὲρ τοῦ δεσπότου. 9.126ταῦτα δὲ γράφει διάπειραν βουλόμενος λαβεῖν τῆς τῶν Σαμαρέων διανοίας. ἀναγνόντες δὲ τὰ γράμματα οἵ τε ἄρχοντες καὶ οἱ παιδαγωγοὶ κατέδεισαν, καὶ λογισάμενοι μηδὲν δύνασθαι ποιεῖν πρὸς τοῦτο, δύο γὰρ μεγίστων ἐκράτησε βασιλέων, ἀντέγραψαν ὁμολογοῦντες αὐτὸν ἔχειν δεσπότην καὶ ποιήσειν ἂν κελεύῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.121 Joseph. AJ 9.125 (English) >>Joseph. AJ 9.129

Powered by PhiloLogic